LUCIANO CARONTE

Χάρων ἢ ἐπισκοποῦντες
Ἑρμῆς καὶ Χάρων
Ἑρμῆς
[1] Τί γελᾶις Χάρων τί τὸ πορθμεῖον ἀπολιπὼν δεῦρο ἀνελήλυθας εἰς τὴν ἡμετέραν οὐ πάνυ εἰωθὼς ἐπιχωριάζειν τοῖς ἄνω πράγμασι;
Χάρων
Ἐπεθύμησα Ἑρμῆἰδεῖνὁποῖά ἐστι τὰ ἐν τῶι βίωι καὶ  πράττουσιν οἱ ἄνθρωποι ἐν αὐτῶι  τίνων στερούμενοι πάντες οἰμώζουσι κατιόντες παρ᾽ ἡμᾶς· οὐδεὶς γὰρ αὐτῶν ἀδακρυτὶ διέπλευσεναἰτησάμενος οὖν παρὰ τοῦ Ἄιδου καὶ αὐτὸς ὥσπερ  Θετταλὸς ἐκεῖνος νεανίσκος μίαν ἡμέραν λιπόνεως γενέσθαι ἀνελήλυθα ἐς τὸ φῶςκαί μοι δοκῶ εἰς δέον ἐντετυχηκέναι σοι· ξεναγήσεις γὰρ εὖ οἶδ᾽ ὅτι με συμπερινοστῶν καὶ δείξεις ἕκαστα ὡς ἂν εἰδὼς ἅπαντα.
Ἑρμῆς
Οὐ σχολή μοι πορθμεῦ· ἀπέρχομαι γάρ τι διακονησόμενος τῶι ἄνω Διὶ τῶν ἀνθρωπικῶν·  δὲ ὀξύθυμός τέ ἐστι καὶ δέδιαμὴ βραδύναντά με ὅλον ὑμέτερον ἐάσηι εἶναι παραδοὺς τῶι ζόφωιὅπερ τὸν Ἥφαιστον πρώιην ἐποίησεῥίψηι κἀμὲ τεταγὼν τοῦ ποδὸς ἀπὸ τοῦ θεσπεσίου βηλοῦὡς ὑποσκάζων γέλωτα παρέχοιμι καὶ αὐτὸς οἰνοχοῶν.
Χάρων
Περιόψει οὖν με ἄλλως πλανώμενον ὑπὲρ γῆςκαὶ ταῦτα ἑταῖρος καὶ σύμπλους καὶ συνδιάκτορος ὤνκαὶ μὴν καλῶς εἶχεν Μαίας παῖἐκείνων γοῦν σε μεμνῆσθαιὅτι μηδεπώποτέ σε  ἀντλεῖν ἐκέλευσα  πρόσκωπον εἶναι· ἀλλὰ σὺ μὲν ῥέγκεις ἐπὶ τοῦ καταστρώματος ἐκταθεὶς ὤμους οὕτω καρτεροὺς ἔχων εἴ τινα λάλον νεκρὸν εὕροιςἐκείνωι παρ᾽ ὅλον τὸν πλοῦν διαλέγηι· ἐγὼ δὲ πρεσβύτης ὢν τὴν δικωπίαν ἐρέττω μόνοςἀλλὰ πρὸς τοῦ πατρός φίλτατον Ἑρμάδιονμὴ καταλίπηις μεπεριήγησαι δὲ τὰ ἐν τῶι βίωι ἅπανταὥς τι καὶ ἰδὼν ἐπανέλθοιμι· ὡς ἤν με σὺ ἀφῆιςοὐδὲν τῶν τυφλῶν διοίσω· καθάπερ γὰρ ἐκεῖνοι σφάλλονται καὶ διολισθάνουσιν ἐν τῶι σκότωιοὕτω δὴ ἐγώ σοι ἔμπαλιν ἀμβλυώττω πρὸς τὸ φῶςἀλλὰ δός Κυλλήνιέμοι ἐς ἀεὶ μεμνησομένωι τὴν χάριν.
Ἑρμῆς
[2] Τοῦτο τὸ πρᾶγμα πληγῶν αἴτιον καταστήσεταί μοι· ὁρῶ γοῦν ἤδη τὸν μισθὸν τῆς περιηγήσεως οὐκ ἀκόνδυλον παντάπασιν ἡμῖν ἐσόμενονὑπουργητέον δὲ ὅμως· τί γὰρ ἂν καὶ πάθοι τιςὁπότε φίλος τις ὢν βιάζοιτοπάντα μὲν οὖν σε ἰδεῖν καθ᾽ ἕκαστον ἀκριβῶς ἀμήχανόν ἐστιν πορθμεῦ· πολλῶν γὰρ ἂν ἐτῶν  διατριβὴ γένοιτοεἶτα ἐμὲ μὲν κηρύττεσθαι δεήσει καθάπερ ἀποδράντα ὑπὸ τοῦ Διόςσὲ δὲ καὶ αὐτὸν κωλύσει ἐνεργεῖν τὰ τοῦ Θανάτου ἔργα καὶ τὴν Πλούτωνος ἀρχὴν ζημιοῦν μὴ νεκραγωγοῦντα πολλοῦ τοῦ χρόνου· καὶ  τελώνης Αἰακὸς ἀγανακτήσει μηδ᾽ ὀβολὸν ἐμπολῶνὡς δὲ τὰ κεφάλαια τῶν γιγνομένων ἴδοιςτοῦτο ἤδη σκεπτέον.
Χάρων
Αὐτός Ἑρμῆἐπινόει τὸ βέλτιστον· ἐγὼ δὲ οὐδὲν οἶδα τῶν ὑπὲρ γῆς ξένος ὤν.
Ἑρμῆς
Τὸ μὲν ὅλον Χάρωνὑψηλοῦ τινος ἡμῖν δεῖ χωρίουὡς ἀπ᾽ ἐκείνου πάντα κατίδοις· σοὶ δὲ εἰ μὲν ἐς τὸν οὐρανὸν ἀνελθεῖν δυνατὸν ἦνοὐκ ἂν ἐκάμνομεν· ἐκ περιωπῆς γὰρ ἂν ἀκριβῶς ἅπαντα καθεώραςἐπεὶ δὲ οὐ θέμις εἰδώλοις ἀεὶ συνόντα ἐπιβατεύειν τῶν βασιλείων τοῦ Διόςὥρα ἡμῖν ὑψηλόν τι ὄρος περισκοπεῖ
Χάρων
 [3] Οἶσθα Ἑρμῆἅπερ εἴωθα λέγειν ἐγὼ πρὸς ὑμᾶςἐπειδὰν πλέωμενὁπόταν γὰρ τὸ πνεῦμα καταιγίσαν πλαγίαι τῆι ὀθόνηι ἐμπέσηι καὶ τὸ κῦμα ὑψηλὸν ἀρθῆιτότε ὑμεῖς μὲν ὑπ᾽ ἀγνοίας κελεύετε τὴν ὀθόνην στεῖλαι  ἐνδοῦναι ὀλίγον τοῦ ποδὸς  συνεκδραμεῖν τῶι πνέοντιἐγὼ δὲ τὴν ἡσυχίαν ἄγειν παρακελεύομαι ὑμῖν· αὐτὸς γὰρ εἰδέναι τὸ βέλτιονκατὰ ταὐτὰ δὴ καὶ σὺ πρᾶττεὁπόσα καλῶς ἔχειν νομίζειςκυβερνήτης νῦν γε ὤν· ἐγὼ δέὥσπερ ἐπιβάταις νόμοςσιωπῆι καθεδοῦμαι πάντα πειθόμενος κελεύοντί σοι.
Ἑρμῆς
Ὀρθῶς λέγεις· αὐτὸς γὰρ εἴσομαι τί ποιητέον καὶ ἐξευρήσω τὴν ἱκανὴν σκοπήνἆρ᾽ οὖν  Καύκασος ἐπιτήδειος   Παρνασσὸς  ὑψηλότερος ἀμφοῖν  Ὄλυμπος ἐκεινοσίκαίτοι οὐ φαῦλόν τι ἀνεμνήσθην ἐς τὸν Ὄλυμπον ἀπιδών· συγκαμεῖν δέ τι καὶ ὑπουργῆσαι καὶ σὲ δεῖ.
Χάρων
Πρόσταττε· ὑπουργήσω γὰρ ὅσα δυνατά.
Ἑρμῆς
Ὅμηρος  ποιητής φησι τοὺς Ἀλωέως υἱέαςδύο καὶ αὐτοὺς ὄνταςἔτι παῖδας ἐθελῆσαί ποτε τὴν Ὄσσαν ἐκ βάθρων ἀνασπάσαντας ἐπιθεῖναι τῶι Ὀλύμπωιεἶτα τὸ Πήλιον ἐπ᾽ αὐτῆιἱκανὴν ταύτην κλίμακα ἕξειν οἰομένους καὶ πρόσβασιν ἐπὶ τὸν οὐρανόνἐκείνω μὲν οὖν τὼ μειρακίωἀτασθάλω γὰρ ἤστηνδίκας ἐτισάτην· νὼ δέ - οὐ γὰρ ἐπὶ κακῶι τῶν θεῶν ταῦτα βουλεύομεν - τί οὐχὶ οἰκοδομοῦμεν καὶ αὐτοὶ κατὰ τὰ αὐτὰ ἐπικυλινδοῦντες ἐπάλληλα τὰ ὄρηὡς ἔχοιμεν ἀφ᾽ ὑψηλοτέρου ἀκριβεστέραν τὴν σκοπήν;
Χάρων
 [4] Καὶ δυνησόμεθα Ἑρμῆδύ᾽ ὄντες ἀναθέσθαι ἀράμενοι τὸ Πήλιον  τὴν Ὄσσαν;
Ἑρμῆς
Διὰ τί δ᾽ οὐκ ἄν Χάρων ἀξιοῖς ἡμᾶς ἀγεννεστέρους εἶναι τοῖν βρεφυλλίοιν ἐκείνοινκαὶ ταῦτα θεοὺς ὑπάρχοντας;
Χάρων
Οὔκἀλλὰ τὸ πρᾶγμα δοκεῖ μοι ἀπίθανόν τινα τὴν μεγαλουργίαν ἔχειν.
Ἑρμῆς
Εἰκότως· ἰδιώτης γὰρ εἶ Χάρωνκαὶ ἥκιστα ποιητικός·  δὲ γεννάδας Ὅμηρος ἀπὸ δυοῖν στίχοιν αὐτίκα ἡμῖν ἀμβατὸν ἐποίησε τὸν οὐρανόνοὕτω ῥαιδίως συνθεὶς τὰ ὄρηκαὶ θαυμάζω εἴ σοι ταῦτα τεράστια εἶναι δοκεῖ τὸν Ἄτλαντα δηλαδὴ εἰδότιὃς τὸν πόλον αὐτὸν εἷς ὢν φέρει ἀνέχων ἡμᾶς ἅπανταςἀκούεις δέ γε ἴσως καὶ τοῦ ἀδελφοῦ τοῦ ἐμοῦ πέρι τοῦ Ἡρακλέουςὡς διαδέξαιτό ποτε αὐτὸν ἐκεῖνον τὸν Ἄτλαντα καὶ ἀναπαύσειε πρὸς ὀλίγον τοῦ ἄχθους ὑποθεὶς ἑαυτὸν τῶι φορτίωι.
Χάρων
Ἀκούω καὶ ταῦτα· εἰ δὲ ἀληθῆ ἔστινσὺ ἄν Ἑρμῆκαὶ οἱ ποιηταὶ εἰδείητε.
Ἑρμῆς
Ἀληθέστατα Χάρων τίνος γὰρ ἕνεκα σοφοὶ ἄνδρες ἐψεύδοντο ἄνὥστε ἀναμοχλεύωμεν τὴν Ὄσσαν πρῶτονὥσπερ ἡμῖν ὑφηγεῖται τὸ ἔπος καὶ  ἀρχιτέκτων  Ὅμηρος,
αὐτὰρ ἐπ᾽ Ὄσσηι Πήλιον εἰνοσίφυλλον.         (Od. 11,315)
ὁρᾶιςὅπως ῥαιδίως ἅμα καὶ ποιητικῶς ἐξειργασάμεθαφέρ᾽ οὖν ἀναβὰς ἴδωεἰ καὶ αὐτῶι ἐποικοδομεῖν δεήσει[5] παπαῖκάτω ἔτι ἐσμὲν ἐν ὑπωρείαι τοῦ οὐρανοῦ· ἀπὸ μὲν γὰρ τῶν ἑώιων μόγις Ἰωνία καὶ Λυδία φαίνεταιἀπὸ δὲ τῆς ἑσπέρας οὐ πλέον Ἰταλίας καὶ Σικελίαςἀπὸ δὲ τῶν ἀρκτώιων τὰ ἐπὶ τάδε τοῦ Ἴστρου μόνονκἀκεῖθεν  Κρήτη οὐ πάνυ σαφῶςμετακινητέα ἡμῖν πορθμεῦκαὶ  Οἴτηὡς ἔοικενεἶτα  Παρνασσὸς ἐπὶ πᾶσιν.
Χάρων
Οὕτω ποιῶμενὅρα μόνον μὴ λεπτότερον ἐξεργασώμεθα τὸ ἔργον ἀπομηκύναντες πέρα τοῦ πιθανοῦεἶτα συγκαταρριφέντες αὐτῶι πικρᾶς τῆς Ὁμήρου οἰκοδομικῆς πειραθῶμεν συντριβέντες τῶν κρανίων.
Ἑρμῆς
Θάρρει· ἀσφαλῶς γὰρ ἕξει ἅπανταμετατίθει τὴν Οἴτην· ἐπικυλινδείσθω  Παρνασσός· ἰδοὺ δήἐπάνειμι αὖθις· εὖ ἔχει· πάντα ὁρῶ· ἀνάβαινε ἤδη καὶ σύ.
Χάρων
Ὄρεξον Ἑρμῆτὴν χεῖρα· οὐ γὰρ ἐπὶ μικράν με ταύτην μηχανὴν ἀναβιβάζεις.
Ἑρμῆς
Εἴ γε καὶ ἰδεῖν ἐθέλεις Χάρωνἅπαντα· οὐκ ἔνι δὲ ἄμφω καὶ ἀσφαλῆ καὶ φιλοθεάμονα εἶναιἀλλ᾽ ἔχου μου τῆς δεξιᾶς καὶ φείδου μὴ κατὰ τοῦ ὀλισθηροῦ πατεῖνεὖ γεἀνελήλυθας καὶ σύ· ἐπείπερ δὲ δικόρυμβος  Παρνασσός ἐστιμίαν ἑκάτερος ἄκραν ἐπιλαβόμενος καθεζώμεθα· σὺ δέ μοι ἤδη ἐν κύκλωι περιβλέπων ἐπισκόπει ἅπαντα.
Χάρων
[6] Ὁρῶ γῆν πολλὴν καὶ λίμνην τινὰ μεγάλην περιρρέουσαν καὶ ὄρη καὶ ποταμοὺς τοῦ Κωκυτοῦ καὶ Πυριφλεγέθοντος μείζονας καὶ ἀνθρώπους πάνυ σμικροὺς καί τινας φωλεοὺς αὐτῶν.
Ἑρμῆς
Πόλεις ἐκεῖναί εἰσινοὓς φωλεοὺς εἶναι νομίζεις.
Χάρων
Οἶσθα οὖν Ἑρμῆὡς οὐδὲν ἡμῖν πέπρακταιἀλλὰ μάτην τὸν Παρνασσὸν αὐτῆι Κασταλίαι καὶ τὴν Οἴτην καὶ τὰ ἄλλα ὄρη μετεκινήσαμεν;
Ἑρμῆς
Ὅτι τί;
Χάρων
Οὐδὲν ἀκριβὲς ἐγὼ γοῦν ἀπὸ τοῦ ὑψηλοῦ ὁρῶ· ἐδεόμην δὲ οὐ πόλεις καὶ ὄρη αὐτὸ μόνον ὥσπερ ἐν γραφαῖς ὁρᾶνἀλλὰ τοὺς ἀνθρώπους αὐτοὺς καὶ  πράττουσι καὶ οἷα λέγουσινὥσπερ ὅτε με τὸ πρῶτον ἐντυχὼν εἶδες γελῶντα καὶ ἤρου με  τι γελώιην· ἀκούσας γὰρ τινὸς ἥσθην ἐς ὑπερβολήν.
Ἑρμῆς
Τί δὲ τοῦτο ἦν;
Χάρων
Ἐπὶ δεῖπνονοἶμαικληθείς τις ὑπό τινος τῶν φίλων ἐς τὴν ὑστεραίανΜάλιστα ἥξωἔφηκαὶ μεταξὺ λέγοντος ἀπὸ τοῦ τέγους κεραμὶς ἐπιπεσοῦσα οὐκ οἶδ᾽ ὅτου κινήσαντος ἀπέκτεινεν αὐτόνἐγέλασα οὖνοὐκ ἐπιτελέσαντος τὴν ὑπόσχεσινἔοικα δὲ καὶ νῦν ὑποκαταβήσεσθαιὡς μᾶλλον βλέποιμι καὶ ἀκούοιμι.
Ἑρμῆς
 [7] Ἔχ᾽ ἀτρέμας· καὶ τοῦτο γὰρ ἐγὼ ἰάσομαί σοι καὶ ὀξυδερκέστατον ἐν βραχεῖ σε ἀποφανῶ παρ᾽ Ὁμήρου τινὰ καὶ πρὸς τοῦτο ἐπωιδὴν λαβώνκἀπειδὰν εἴπω τὰ ἔπημέμνησο μηκέτι ἀμβλυώττεινἀλλὰ σαφῶς πάντα ὁρᾶν.
Χάρων
Λέγε μόνον.
Ἑρμῆς
Ἀχλὺν δ᾽ αὖ τοι ἀπ᾽ ὀφθαλμῶν ἕλον πρὶν ἐπῆεν,ὄφρ᾽ εὖ γινώσκηις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα(Il. 5,127)
τί ἐστινἤδη ὁρᾶις;
Χάρων
Ὑπερφυῶς γε· τυφλὸς  Λυγκεὺς ἐκεῖνος ὡς πρὸς ἐμέ· ὥστε σὺ τὸ ἐπὶ τούτωι προσδίδασκέ με καὶ ἀποκρίνου ἐρωτῶντιἀλλὰ βούλει κἀγὼ κατὰ τὸν Ὅμηρον ἐρήσομαί σεὡς μάθηις οὐδ᾽ αὐτὸν ἀμελέτητον ὄντα με τῶν Ὁμήρου;
Ἑρμῆς
Καὶ πόθεν σὺ ἔχεις τι τῶν ἐκείνου εἰδέναι ναύτης ἀεὶ καὶ πρόσκωπος ὤν;
Χάρων
Ὁρᾶιςὀνειδιστικὸν τοῦτο ἐς τὴν τέχνηνἐγὼ δὲ ὁπότε διεπόρθμευον αὐτὸν ἀποθανόνταπολλὰ ῥαψωιδοῦντος ἀκούσας ἐνίων ἔτι μέμνημαι· καίτοι χειμὼν ἡμᾶς οὐ μικρὸς τότε κατελάμβανενἐπεὶ γὰρ ἤρξατο ἄιδειν οὐ πάνυ αἴσιόν τινα ὡιδὴν τοῖς πλέουσινὡς  Ποσειδῶν συνήγαγε τὰς νεφέλας καὶ ἐτάραξε τὸν πόντον ὥσπερ τορύνην τινὰ ἐμβαλὼν τὴν τρίαιναν καὶ πάσας τὰς θυέλλας ὡρόθυνε καὶ ἄλλα πολλάκυκῶν τὴν θάλατταν ὑπὸ τῶν ἐπῶνχειμὼν ἄφνω καὶ γνόφος ἐμπεσὼν ὀλίγου δεῖν περιέτρεψεν ἡμῖν τὴν ναῦν· ὅτε περ καὶ ναυτιάσας ἐκεῖνος ἀπήμεσε τῶν ῥαψωιδιῶν τὰς πολλὰς αὐτῆι Σκύλληι καὶ Χαρύβδει καὶ Κύκλωπιοὐ χαλεπὸν οὖν ἦν ἐκ τοσούτου ἐμέτου ὀλίγα γοῦν διαφυλάττειν[8]εἰπὲ γάρ μοι·
τίς γὰρ ὅδ᾽ ἐστὶ πάχιστος ἀνὴρ ἠΰς τε μέγας τε,ἔξοχος ἀνθρώπων κεφαλὴν καὶ εὐρέας ὤμους(Il. 3,226)
Ἑρμῆς
Μίλων οὗτος  ἐκ Κρότωνος ἀθλητήςἐπικροτοῦσι δ᾽ αὐτῶι οἱ Ἕλληνεςὅτι τὸν ταῦρον ἀράμενος φέρει διὰ τοῦ σταδίου μέσου
Χάρων
Καὶ πόσωι δικαιότερον ἂν ἐμέ Ἑρμῆἐπαινοῖενὃς αὐτόν σοι τὸν Μίλωνα μετ᾽ ὀλίγον συλλαβὼν ἐνθήσομαι ἐς τὸ σκαφίδιονὁπόταν ἥκηι πρὸς ἡμᾶς ὑπὸ τοῦ ἀναλωτοτάτου τῶν ἀνταγωνιστῶν καταπαλαισθεὶς τοῦ Θανάτουμηδὲ συνεὶςὅπως αὐτὸν ὑποσκελίζεικἆιτα οἰμώξεται ἡμῖν δηλαδὴ μεμνημένος τῶν στεφάνων τούτων καὶ τοῦ κρότου· νῦν δὲ μέγα φρονεῖ θαυμαζόμενος ἐπὶ τῆι τοῦ ταύρου φορᾶιτί δ᾽ οὖν οἰηθῶμενἄρα ἐλπίζειν αὐτὸν καὶ τεθνήξεσθαί ποτε;
Ἑρμῆς
Πόθεν ἐκεῖνος θανάτου νῦν μνημονεύσειεν ἂν ἐν ἀκμῆι τοσαύτηι;
Χάρων
Ἔα τοῦτον οὐκ εἰς μακρὰν γέλωτα ἡμῖν παρέξοντα ὁπόταν πλέηιμηδ᾽ ἐμπίδα ἡμῖν οὐχ ὅπως ταῦρον ἔτι ἄρασθαι δυνάμενος[9] σὺ δέ μοι ἐκεῖνο εἰπέ,
τίς τ᾽ ἄρ᾽ ὅδ᾽ ἄλλος  σεμνὸς ἀνήρ(Il. 3,226)
οὐχ Ἕλληνὡς ἔοικεν ἀπὸ γοῦν τῆς στολῆς.
Ἑρμῆς
Κῦρος Χάρων Καμβύσουὃς τὴν ἀρχὴν πάλαι Μήδων ἐχόντων νῦν Περσῶν ἤδη ἐποίησεν εἶναι· καὶ Ἀσσυρίων δ᾽ ἔναγχος οὗτος ἐκράτησε καὶ Βαβυλῶνα παρεστήσατο καὶ νῦν ἐλασείοντι ἐπὶ Λυδίαν ἔοικενὡς καθελὼν τὸν Κροῖσον ἄρχειν ἁπάντων.
Χάρων
 Κροῖσος δὲ ποῦ ποτε κἀκεῖνός ἐστιν;
Ἑρμῆς
Ἐκεῖσε ἀπόβλεψον ἐς τὴν μεγάλην ἀκρόπολιν τὴν τὸ τριπλοῦν τεῖχος· Σάρδεις ἐκεῖναικαὶ τὸν Κροῖσον αὐτὸν ὁρᾶις ἤδη ἐπὶ κλίνης χρυσῆς καθήμενον Σόλωνι τῶι Ἀθηναίωι διαλεγόμενονβούλει ἀκούσωμεν αὐτῶν  τι καὶ λέγουσι;
Χάρων
Πάνυ μὲν οὖν.
Κροῖσος
[10]  ξένε Ἀθηναῖεεἶδες γάρ μου τὸν πλοῦτον καὶ τοὺς θησαυροὺς καὶ ὅσος ἄσημος χρυσός ἐστιν ἡμῖν καὶ τὴν ἄλλην πολυτέλειανεἰπέ μοιτίνα ἡγῆι τῶν ἁπάντων ἀνθρώπων εὐδαιμονέστατον εἶναι.
Χάρων
Τί ἄρα  Σόλων ἐρεῖ;
Ἑρμῆς
Θάρρει· οὐδὲν ἀγεννές Χάρων.
Σόλων
 Κροῖσεὀλίγοι μὲν οἱ εὐδαίμονες· ἐγὼ δὲ ὧν οἶδα Κλέοβιν καὶ Βίτωνα ἡγοῦμαι εὐδαιμονεστάτους γενέσθαιτοὺς τῆς ἱερείας παῖδας τῆς Ἀργόθεν.
Χάρων
Φησὶν οὗτος τοὺς ἅμα πρώιην ἀποθανόνταςἐπεὶ τὴν μητέρα ὑποδύντες εἵλκυσαν ἐπὶ τῆς ἀπήνης ἄχρι πρὸς τὸ ἱερόν.
Κροῖσος
Ἔστω· ἐχέτωσαν ἐκεῖνοι τὰ πρῶτα τῆς εὐδαιμονίας δεύτερος δὲ τίς ἂν εἴη;
Σόλων
Τέλλος  Ἀθηναῖοςὃς εὖ τ᾽ ἐβίω καὶ ἀπέθανεν ὑπὲρ τῆς πατρίδος.
Κροῖσος
Ἐγὼ δέ κάθαρμαοὔ σοι δοκῶ εὐδαίμων εἶναι;
Σόλων
Οὐδέπω οἶδα Κροῖσεἢν μὴ πρὸς τὸ τέλος ἀφίκηι τοῦ βίου·  γὰρ θάνατος ἀκριβὴς ἔλεγχος τῶν τοιούτων καὶ τὸ ἄχρι πρὸς τὸ τέρμα εὐδαιμόνως διαβιῶναι.
Χάρων
Κάλλιστα Σόλωνὅτι ἡμῶν οὐκ ἐπιλέλησαιἀλλὰ παρὰ τὸ πορθμεῖον αὐτὸ ἀξιοῖς γίγνεσθαι τὴν περὶ τῶν τοιούτων κρίσιν[11] ἀλλὰ τίνας ἐκείνους  Κροῖσος ἐκπέμπει  τί ἐπὶ τῶν ὤμων φέρουσι;
Ἑρμῆς
Πλίνθους τῶι Πυθίωι χρυσᾶς ἀνατίθησι μισθὸν τῶν χρησμῶν ὑφ᾽ ὧν καὶ ἀπολεῖται μικρὸν ὕστερον· φιλόμαντις δὲ  ἁνὴρ ἐκτόπως.
Χάρων
Ἐκεῖνο γάρ ἐστιν  χρυσόςτὸ λαμπρὸν ἀποστίλβειτὸ ὕπωχρον μετ᾽ ἐρυθήματοςνῦν γὰρ πρῶτον εἶδονἀκούων ἀεί.
Ἑρμῆς
Ἐκεῖνο Χάρωντὸ ἀοίδιμον ὄνομα καὶ περιμάχητον.
Χάρων
Καὶ μὴν οὐχ ὁρῶ τι τὸ ἀγαθὸν αὐτῶι πρόσεστινεἰ μὴ ἄρα ἕν τοῦτο μόνονὅτι βαρύνονται οἱ φέροντες αὐτό.
Ἑρμῆς
Οὐ γὰρ οἶσθαὅσοι πόλεμοι διὰ τοῦτο καὶ ἐπιβουλαὶ καὶ ληιστήρια καὶ ἐπιορκίαι καὶ φόνοι καὶ δεσμὰ καὶ πλοῦς μακρὸς καὶ ἐμπορίαι καὶ δουλεῖαι.
Χάρων
Διὰ τοῦτο Ἑρμῆτὸ μὴ πολὺ τοῦ χαλκοῦ διαφέρονοἶδα γὰρ τὸν χαλκόνὀβολόνὡς οἶσθαπαρὰ τῶν καταπλεόντων ἑκάστου ἐκλέγων.
Ἑρμῆς
Ναί· ἀλλὰ  χαλκὸς μὲν πολύςὥστε οὐ πάνυ σπουδάζεται ὑπ᾽ αὐτῶν· τοῦτον δὲ ὀλίγον ἐκ πολλοῦ τοῦ βάθους οἱ μεταλλεύοντες ἀνορύττουσι· πλὴν ἀλλ᾽ ἐκ τῆς γῆς καὶ οὗτος ὥσπερ  μόλυβδος καὶ τὰ ἄλλα.
Χάρων
Δεινήν τινα λέγεις τῶν ἀνθρώπων τὴν ἀβελτερίανοἳ τοσοῦτον ἔρωτα ἐρῶσιν ὡχροῦ καὶ βαρέος κτήματος.
Ἑρμῆς
Ἀλλὰ οὐ Σόλων γε ἐκεῖνος Χάρωνἐρᾶν αὐτοῦ φαίνεταιὅςὡς ὁρᾶιςκαταγελᾶι τοῦ Κροίσου καὶ τῆς μεγαλαυχίας τοῦ βαρβάρουκαί μοι δοκεῖν ἐρέσθαι τι βούλεται αὐτόν· ἐπακούσωμεν οὖν.
Σόλων
 [12] Εἰπέ μοι Κροῖσεοἴει γάρ τι δεῖσθαι τῶν πλίνθων τούτων τὸν Πύθιον;
Κροῖσος
Νὴ Δία· οὐ γὰρ ἔστιν αὐτῶι ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον.
Σόλων
Οὐκοῦν μακάριον οἴει τὸν θεὸν ἀποφανεῖνεἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς;
Κροῖσος
Πῶς γὰρ οὔ;
Σόλων
Πολλήν μοι λέγεις Κροῖσεπενίαν ἐν τῶι οὐρανῶιεἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ χρυσίον δεήσει αὐτούςἢν ἐπιθυμήσωσι.
Κροῖσος
Ποῦ γὰρ τοσοῦτος ἂν γένοιτο χρυσὸς ὅσος παρ᾽ ἡμῖν;
Σόλων
Εἰπέ μοισίδηρος δὲ φύεται ἐν Λυδίαι;
Κροῖσος
Οὐ πάνυ τι.
Σόλων
Τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστε.
Κροῖσος
Πῶς ἀμείνων  σίδηρος χρυσίου;
Σόλων
Ην ἀποκρίνηι μηδὲν ἀγανακτῶνμάθοις ἄν.
Κροῖσος
Ἐρώτα Σόλων.
Σόλων
Πότεροι ἀμείνουςοἱ σώζοντές τινας  οἱ σωζόμενοι πρὸς αὐτῶν;
Κροῖσος
Οἱ σώιζοντες δηλαδή.
Σόλων
Ἆρ᾽ οὖνεἰ Κῦροςὡς λογοποιοῦσι τινεςἐπήιει Λυδοῖςχρυσᾶς μαχαίρας σὺ ποιήσηι τῶι στρατῶι  σίδηρος ἀναγκαῖος τότε;
Κροῖσος
 σίδηρος δῆλον ὅτι.
Σόλων
Καὶ εἴ γε τοῦτον μὴ παρασκευάσαιοοἴχοιτο ἄν σοι  χρυσὸς ἐς Πέρσας αἰχμάλωτος.
Κροῖσος
Εὐφήμειἄνθρωπε.
Σόλων
Μὴ γένοιτο μὲν οὕτω ταῦτα· φαίνηι δ᾽ οὖν ἀμείνω τοῦ χρυσοῦ τὸν σίδηρον ὁμολογῶν.
Κροῖσος
Οὐκοῦν καὶ τῶι θεῶι σιδηρᾶς πλίνθους θέλεις ἀνατιθέναι μετὸν δὲ χρυσὸν ὀπίσω αὖθις ἀνακαλεῖν;
Σόλων
Οὐδὲ σιδήρου ἐκεῖνός γε δεήσεταιἀλλ᾽ ἤν τε χαλκὸν ἤν τε χρυσὸν ἀναθῆιςἄλλοις μέν ποτε κτῆμα καὶ ἕρμαιον ἔσηι ἀνατεθεικὼς  Φωκεῦσιν  Βοιωτοῖς  Δελφοῖς αὐτοῖς  τινι τυράννωι  ληιστῆιτῶι δὲ θεῶι ὀλίγον μέλει τῶν σῶν χρυσοπλίνθων.
Κροῖσος
Ἀεὶ σύ μου τῶι πλούτωι προσπολεμεῖς καὶ φθονεῖς.
Ἑρμῆς
 [13] Οὐ φέρει  Λυδός Χάρωντὴν παρρησίαν καὶ τὴν ἀλήθειαν τῶν λόγωνἀλλὰ ξένον αὐτῶι δοκεῖ τὸ πρᾶγμαπένης ἄνθρωπος οὐχ ὑποπτήσσωντὸ δὲ παριστάμενον ἐλευθέρως λέγωνμεμνήσεται δ᾽ οὖν μικρὸν ὕστερον τοῦ Σόλωνοςὅταν αὐτὸν δέηι ἁλόντα ἐπὶ τὴν πυρὰν ὑπὸ τοῦ Κύρου ἀναχθῆναι· ἤκουσα γὰρ τῆς Κλωθοῦς πρώιην ἀναγινωσκούσης τὰ ἑκάστωι ἐπικεκλωσμέναἐν οἷς καὶ ταῦτα ἐγέγραπτοΚροῖσον μὲν ἁλῶναι ὑπὸ ΚύρουΚῦρον δὲ αὐτὸν ὑπ᾽ ἐκεινησὶ τῆς Μασσαγέτιδος ἀποθανεῖνὁρᾶις τὴν Σκυθίδατὴν ἐπὶ τοῦ ἵππου τούτου τοῦ λευκοῦ ἐξελαύνουσαν;
Χάρων
Νὴ Δία.
Ἑρμῆς
Τόμυρις ἐκείνη ἐστίκαὶ τὴν κεφαλήν γε ἀποτεμοῦσα τοῦ Κύρου αὕτη ἐς ἀσκὸν ἐμβαλεῖ πλήρη αἵματοςὁρᾶις δὲ καὶ τὸν υἱὸν αὐτοῦ τὸν νεανίσκονΚαμβύσης ἐκεῖνός ἐστιν· οὗτος βασιλεύσει μετὰ τὸν πατέρα καὶ μυρία σφαλεὶς ἔν τε τῆι Λιβύηι καὶ Αἰθιοπίαι τὸ τελευταῖον μανεὶς ἀποθανεῖται ἀποκτείνας τὸν Ἆπιν.
Χάρων
 πολλοῦ γέλωτοςἀλλὰ νῦν τίς ἂν αὐτοὺς προσβλέψειεν οὕτως ὑπερφρονοῦντας τῶν ἄλλων τίς ἂν πιστεύσειενὡς μετ᾽ ὀλίγον οὗτος μὲν αἰχμάλωτος ἔσταιοὗτος δὲ τὴν κεφαλὴν ἕξει ἐν ἀσκῶι αἵματος[14] ἐκεῖνος δὲ τίς ἐστιν Ἑρμῆ τὴν πορφυρᾶν ἐφεστρίδα ἐμπεπορπημένος τὸ διάδημαὧι τὸν δακτύλιον  μάγειρος ἀναδίδωσι τὸν ἰχθὺν ἀνατεμών,
νήσωι ἐν ἀμφιρύτηιβασιλεὺς δέ τις εὔχεται εἶναι.  (Od. 1,50)
Ἑρμῆς
Εὖ γε παρωιδεῖς ἤδη Χάρωνἀλλὰ Πολυκράτην ὁρᾶις τὸν Σαμίων τύραννον πανευδαίμονα ἡγούμενον εἶναι· ἀτὰρ καὶ οὗτος αὐτὸς ὑπὸ τοῦ παρεστῶτος οἰκέτου Μαιανδρίου προδοθεὶς Ὀροίτηι τῶι σατράπηι ἀνασκολοπισθήσεται ἄθλιος ἐκπεσὼν τῆς εὐδαιμονίας ἐν ἀκαρεῖ τοῦ χρόνου· καὶ ταῦτα γὰρ τῆς Κλωθοῦς ἐπήκουσα.
Χάρων
Ἄγαμαι Κλωθοῦς γεννικῆς· καῖ᾽ αὐτούς βελτίστηκαὶ τὰς κεφαλὰς ἀπότεμνε καὶ ἀνασκολόπιζεὡς εἰδῶσιν ἄνθρωποι ὄντες· ἐν τοσούτωι δὲ ἐπαιρέσθωνὡς ἂν ἀφ᾽ ὑψηλοτέρου ἀλγεινότερον καταπεσούμενοιἐγὼ δὲ γελάσομαι τότε γνωρίσας αὐτῶν ἕκαστον γυμνὸν ἐν τῶι σκαφιδίωι μήτε τὴν πορφυρίδα μήτε τιάραν  κλίνην χρυσῆν κομίζοντας.
Ἑρμῆς
 [15] Καὶ τὰ μὲν τούτων ὧδε ἕξειτὴν δὲ πληθὺν ὁρᾶις Χάρωντοὺς πλέοντας αὐτῶντοὺς πολεμοῦνταςτοὺς δικαζομένουςτοὺς γεωργοῦνταςτοὺς δανείζονταςτοὺς προσαιτοῦντας;
Χάρων
Ὁρῶ ποικίλην τινὰ τὴν τύρβην καὶ μεστὸν ταραχῆς τὸν βίον καὶ τὰς πόλεις γε αὐτῶν ἐοικυίας τοῖς σμήνεσινἐν οἷς ἅπας μὲν ἴδιόν τι κέντρον ἔχει καὶ τὸν πλησίον κεντεῖὀλίγοι δέ τινες ὥσπερ σφῆκες ἄγουσι καὶ φέρουσι τὸ ὑποδεέστερον δὲ περιπετόμενος αὐτοὺς ἐκ τἀφανοῦς οὗτος ὄχλος τίνες εἰσίν;
Ἑρμῆς
Ἐλπίδες Χάρωνκαὶ δείματα καὶ ἄνοιαι καὶ ἡδοναὶ καὶ φιλαργυρίαι καὶ ὀργαὶ καὶ μίση καὶ τὰ τοιαῦτατούτων δὲ  ἄνοια μὲν κάτω συναναμέμικται αὐτοῖς καὶ συμπολιτεύεταί γε νὴ Δία καὶ τὸ μῖσος καὶ ὀργὴ καὶ ζηλοτυπία καὶ ἀμαθία καὶ ἀπορία καὶ φιλαργυρία φόβος δὲ καὶ αἱ ἐλπίδες ὑπεράνω πετόμενοι  μὲν ἐμπίπτων ἐκπλήττει ἐνίοτε καὶ ὑποπτήσσειν ποιεῖαἱ δ᾽ ἐλπίδες ὑπὲρ κεφαλῆς αἰωρούμεναιὁπόταν μάλιστα οἴηταί τις ἐπιλήψεσθαι αὐτῶνἀναπτάμεναι οἴχονται κεχηνότας αὐτοὺς ἀπολιποῦσαιὅπερ καὶ τὸν Τάνταλον κάτω πάσχοντα ὁρᾶις ὑπὸ τοῦ ὕδατος[16] ἢν δὲ ἀτενίσηιςκατόψει καὶ τὰς Μοίρας ἄνω ἐπικλωθούσας ἑκάστωι τὸν ἄτρακτονἀφ᾽ οὗ ἠρτῆσθαι συμβέβηκεν ἅπαντας ἐκ λεπτῶν νημάτωνὁρᾶις καθάπερ ἀράχνιά τινα καταβαίνοντα ἐφ᾽ ἕκαστον ἀπὸ τῶν ἀτράκτων;
Χάρων
Ὁρῶ πάνυ λεπτὸν ἑκάστωι νῆμα ἐπιπεπλεγμένον γε τὰ πολλάτοῦτο μὲν ἐκείνωιἐκεῖνο δὲ ἄλλωι.
Ἑρμῆς
Εἰκότως πορθμεῦ· εἵμαρται γὰρ ἐκείνον μὲν ὑπὸ τούτου φονευθῆναιτούτον δὲ ὑπ᾽ ἄλλουκαὶ κληρονομῆσαί γε τοῦτον μὲν ἐκείνουὅτου ἂν ἦι μικρότερον τὸ νῆμαἐκεῖνον δὲ αὖ τούτου· τοιόνδε γάρ τι  ἐπιπλοκὴ δηλοῖὁρᾶις δ᾽ οὖν ἀπὸ λεπτοῦ κρεμαμένους ἅπανταςκαὶ οὗτος μὲν ἀνασπασθεὶς ἄνω μετέωρός ἐστι καὶ μετὰ μικρὸν καταπεσώνἀπορραγέντος τοῦ λίνουἐπειδὰν μηκέτι ἀντέχηι πρὸς τὸ βάροςμέγαν τὸν ψόφον ἐργάσεταιοὗτος δὲ ὀλίγον ἀπὸ γῆς αἰωρούμενοςἢν καὶ πέσηιἀψοφητὶ κείσεταιμόλις καὶ τοῖς γείτοσιν ἐξακουσθέντος τοῦ πτώματος.
Χάρων
Παγγέλοια ταῦτα, ὦ Ἑρμῆ.
Ἑρμῆς
[17] Καὶ μὴν οὐδ᾽ εἰπεῖν ἔχοις ἂν κατὰ τὴν ἀξίαν ὅπως ἐστὶ καταγέλαστα, ὦ Χάρων, καὶ μάλιστα αἱ ἄγαν σπουδαὶ αὐτῶν καὶ τὸ μεταξὺ τῶν ἐλπίδων οἴχεσθαι ἀναρπάστους γινομένους ὑπὸ τοῦ βελτίστου Θανάτου. ἄγγελοι δὲ καὶ ὑπηρέται αὐτοῦ μάλα πολλοί, ὡς ὁρᾶις, ἠπίαλοι καὶ πυρετοὶ καὶ φθόαι καὶ περιπλευμονίαι καὶ ξίφη καὶ ληιστήρια καὶ κώνεια καὶ δικασταὶ καὶ τύραννοι. καὶ τούτων οὐδὲν ὅλως αὐτοὺς εἰσέρχεται, ἔστ᾽ ἂν εὖ πράττωσιν, ὅταν δὲ σφαλῶσι, πολὺ τὸ ὀτοτοῖ καὶ αἰαῖ καὶ οἴμοι. εἰ δὲ εὐθὺς ἐξ ἀρχῆς ἐνενόουν, ὅτι θνητοί τέ εἰσιν αὐτοὶ καὶ ὀλίγον τοῦτον χρόνον ἐπιδημήσαντες τῶι βίωι ἀπίασιν ὥσπερ ἐξ ὀνείρατος πάντα ὑπὲρ γῆς ἀφέντες, ἔζων τε ἂν σωφρονέστερον καὶ ἧττον ἠνιῶντο ἀποθανόντες· νῦν δὲ ἐς ἀεὶ ἐλπίσαντες χρήσεσθαι τοῖς παροῦσιν, ἐπειδὰν ἐπιστὰς ὁ ὑπηρέτης καλῆι καὶ ἀπάγηι πεδήσας τῶι πυρετῶι ἢ τῆι φθόηι, ἀγανακτοῦσι πρὸς τὴν ἀγωγὴν οὔποτε προσδοκήσαντες ἀποσπασθήσεσθαι αὐτῶν. ἢ τί γὰρ οὐκ ἂν ποιήσειεν ἐκεῖνος ὁ τὴν οἰκίαν σπουδῆι οἰκοδομούμενος καὶ τοὺς ἐργάτας ἐπισπέρχων, εἰ μάθοι, ὅτι ἡ μὲν ἕξει τέλος αὐτῶι, ὁ δὲ ἄρτι ἐπιθεὶς τὸν ὄροφον ἄπεισι, τῶι κληρονόμωι καταλιπὼν ἀπολαύειν αὐτῆς, αὐτὸς μηδὲ δειπνήσας ἄθλιος ἐν αὐτῆι; ἐκεῖνος μὲν γὰρ ὁ χαίρων ὅτι ἄρρενα παῖδα τέτοκεν αὐτῶι ἡ γυνή, καὶ τοὺς φίλους διὰ τοῦτο ἑστιῶν καὶ τοὔνομα τοῦ πατρὸς τιθέμενος, εἰ ἠπίστατο ὡς ἑπτέτης γενόμενος ὁ παῖς τεθνήξεται, ἆρα ἄν σοι δοκεῖ χαίρειν ἐπ᾽ αὐτῶι γεννωμένωι; ἀλλὰ τὸ αἴτιον, ὅτι τὸν μὲν εὐτυχοῦντα ἐπὶ τῶι παιδὶ ἐκεῖνον ὁρᾶι, τὸν τοῦ ἀθλητοῦ πατέρα τοῦ Ὀλύμπια νενικηκότος, τὸν γείτονα δὲ τὸν ἐκκομίζοντα τὸ παιδίον οὐχ ὁρᾶι οὐδὲ οἶδεν, ἀφ᾽ οἵας αὐτῶι κρόκης ἐκρέματο. τοὺς μὲν γὰρ περὶ τῶν ὅρων διαφερομένους ὁρᾶις, ὅσοι εἰσί, καὶ τοὺς συναγείροντας τὰ χρήματα, εἶτα, πρὶν ἀπολαῦσαι αὐτῶν, καλουμένους ὑφ᾽ ὧν εἶπον τῶν ἀγγέλων τε καὶ τῶν ὑπηρετῶν.
Χάρων
[18] Ὁρῶ ταῦτα πάντα καὶ πρὸς ἐμαυτόν γε ἐννοῶ, ὅ τι τὸ ἡδὺ αὐτοῖς παρὰ τὸν βίον ἢ τί ἐκεῖνό ἐστιν, οὗ στερόμενοι ἀγανακτοῦσιν. ἢν γοῦν τοὺς βασιλέας ἴδηι τις αὐτῶν, οἵπερ εὐδαιμονέστατοι εἶναι δοκοῦσιν, ἔξω τοῦ ἀβεβαίου καί, ὡς φὴς, ἀμφιβόλου τῆς τύχης, πλείω τῶν ἡδέων τὰ ἀνιαρὰ εὑρήσει προσόντα αὐτοῖς, φόβους καὶ ταραχὰς καὶ μίση καὶ ἐπιβουλὰς καὶ ὀργὰς καὶ κολακείας· τούτοις γὰρ ἅπαντες σύνεισιν. ἐῶ πένθη καὶ νόσους καὶ πάθη ἐξ ἰσοτιμίας δηλαδὴ ἄρχοντα αὐτῶν· ὅπου δὲ τὰ τούτων πονηρά, λογίζεσθαι καιρὸς οἷα τὰ τῶν ἰδιωτῶν ἂν εἴη. [19] ἐθέλω δ᾽ οὖν σοι, ὦ Ἑρμῆ, εἰπεῖν, ὧιτινι ἐοικέναι μοι ἔδοξαν οἱ ἄνθρωποι καὶ ὁ βίος ἅπας αὐτῶν. ἤδη ποτὲ πομφόλυγας ἐν ὕδατι ἐθεάσω ὑπὸ κρουνῶι τινι καταράττοντι ἀνισταμένας; τὰς φυσαλλίδας λέγω, ἀφ᾽ ὧν συναγείρεται ὁ ἀφρός· ἐκείνων τοίνυν τινὲς μὲν μικραί εἰσι καὶ αὐτίκα ἐκραγεῖσαι ἀπέσβησαν, αἱ δ᾽ ἐπὶ πλέον διαρκοῦσι καὶ προσχωρουσῶν αὐταῖς τῶν ἄλλων αὗται ὑπερφυσώμεναι ἐς μέγιστον ὄγκον αἴρονται, εἶτα μέντοι κἀκεῖναι πάντως ἐξερράγησάν ποτε· οὐ γὰρ οἷόν τε ἄλλως γενέσθαι. τοῦτό ἐστιν ὁ ἀνθρώπου βίος· ἅπαντες ὑπὸ πνεύματος ἐμπεφυσημένοι οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους· καὶ οἱ μὲν ὀλιγοχρόνιον ἔχουσι καὶ ὡκύμορον τὸ φύσημα, οἱ δὲ ἅμα τῶι συστῆναι ἐπαύσαντο· πᾶσι δ᾽ οὖν ἀπορραγῆναι ἀναγκαῖον.
Ἑρμῆς
Οὐδὲν χεῖρον σὺ τοῦ Ὁμήρου εἴκασας, ὦ Χάρων, ὃς φύλλοις τὸ γένος αὐτῶν ὁμοιοῖ.
Χάρων
[20] Καὶ τοιοῦτοι ὄντες, ὦ Ἑρμῆ, ὁρᾶις, οἷα ποιοῦσι καὶ ὡς φιλοτιμοῦνται πρὸς ἀλλήλους ἀρχῶν πέρι καὶ τιμῶν καὶ κτήσεων ἁμιλλώμενοι, ἅπερ ἅπαντα καταλιπόντας αὐτοὺς δεήσει ἕνα ὀβολὸν ἔχοντας ἥκειν παρ᾽ ἡμᾶς. βούλει οὖν, ἐπείπερ ἐφ᾽ ὑψηλοῦ ἐσμέν, ἀναβοήσας παμμέγεθες παραινέσω αὐτοῖς ἀπέχεσθαι μὲν τῶν ματαίων πόνων, ζῆν δὲ ἀεὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἔχοντας, λέγων, Ὦ μάταιοι, τί ἐσπουδάκατε περὶ ταῦτα; παύσασθε κάμνοντες· οὐ γὰρ ἐς ἀεὶ βιώσεσθε· οὐδὲν τῶν ἐνταῦθα σεμνῶν ἀΐδιόν ἐστιν, οὐδ᾽ ἂν ἀπάγοι τις αὐτῶν τι σὺν αὑτῶι ἀποθανών, ἀλλ᾽ ἀνάγκη τὸν μὲν γυμνὸν οἴχεσθαι, τὴν οἰκίαν δὲ καὶ τὸν ἀγρὸν καὶ τὸ χρυσίον ἀεὶ ἄλλων εἶναι καὶ μεταβάλλειν τοὺς δεσπότας. εἰ ταῦτα καὶ τὰ τοιαῦτα ἐξ ἐπηκόου ἐμβοήσαιμι αὐτοῖς, οὐκ ἂν οἴει μεγάλα ὡφεληθῆναι τὸν βίον καὶ σωφρονεστέρους ἂν γενέσθαι παρὰ πολύ;
Ἑρμῆς
[21] Ὦ μακάριε, οὐκ οἶσθα, ὅπως αὐτοὺς ἡ ἄγνοια καὶ ἡ ἀπάτη διατεθείκασιν, ὡς μηδ᾽ ἂν τρυπάνωι ἔτι διανοιχθῆναι αὐτοῖς τὰ ὦτα, τοσούτωι κηρῶι ἔβυσαν αὐτά, οἷόν περ ὁ Ὀδυσσεὺς τοὺς ἑταίρους ἔδρασε δέει τῆς Σειρήνων ἀκροάσεως. πόθεν οὖν ἂν ἐκεῖνοι ἀκοῦσαι δυνηθεῖεν, ἢν καὶ σὺ κεκραγὼς διαρραγῆις; ὅπερ γὰρ παρ᾽ ὑμῖν ἡ Λήθη δύναται, τοῦτο ἐνταῦθα ἡ ἄγνοια ἐργάζεται. πλὴν ἀλλὰ εἰσὶν αὐτῶν ὀλίγοι οὐ παραδεδεγμένοι τὸν κηρὸν ἐς τὰ ὦτα, πρὸς τὴν ἀλήθειαν ἀποκλίνοντες, ὀξὺ δεδορκότες ἐς τὰ πράγματα καὶ κατεγνωκότες οἷά ἐστιν.
Χάρων
Οὐκοῦν ἐκείνοις γοῦν ἐμβοήσωμεν;
Ἑρμῆς
Περιττὸν καὶ τοῦτο, λέγειν πρὸς αὐτοὺς ἃ ἴσασιν. ὁρᾶις, ὅπως ἀποσπάσαντες τῶν πολλῶν καταγελῶσι τῶν γιγνομένων καὶ οὐδαμῆι οὐδαμῶς ἀρέσκονται αὐτοῖς, ἀλλὰ δῆλοί εἰσι δρασμὸν ἤδη βουλεύοντες παρ᾽ ὑμᾶς ἀπὸ τοῦ βίου; καὶ γὰρ καὶ μισοῦνται ἐλέγχοντες αὐτῶν τὰς ἀμαθίας.
Χάρων
Εὖ γε, ὦ γεννάδαι· πλὴν πάνυ ὀλίγοι εἰσίν, ὦ Ἑρμῆ.
Ἑρμῆς
Ἱκανοὶ καὶ οὗτοι. ἀλλὰ κατίωμεν ἤδη.
Χάρων
[22] Ἓν ἔτι ἐπόθουν, ὦ Ἑρμῆ, εἰδέναι, καί μοι δείξας αὐτὸ ἐντελῆ ἔσηι τὴν περιήγησιν πεποιημένος, τὰς ἀποθήκας τῶν σωμάτων, ἵνα κατορύττουσι, θεάσασθαι
Ἑρμῆς
Ἠρία, ὦ Χάρων, καὶ τύμβους καὶ τάφους καλοῦσι τὰ τοιαῦτα. πλὴν τὰ πρὸ τῶν πόλεων ἐκεῖνα τὰ χώματα ὁρᾶις καὶ τὰς στήλας καὶ πυραμίδας; ἐκεῖνα πάντα νεκροδοχεῖα καὶ σωματοφυλάκιά ἐστιν.
Χάρων
Τί οὖν ἐκεῖνοι στεφανοῦσι τοὺς λίθους καὶ χρίουσι μύρωι; οἱ δὲ καὶ πυρὰν νήσαντες πρὸ τῶν χωμάτων καὶ βόθρον τινὰ ὀρύξαντες καίουσί τε ταυτὶ τὰ πολυτελῆ δεῖπνα καὶ ἐς τὰ ὀρύγματα οἶνον καὶ μελίκρατον, ὡς γοῦν εἰκάσαι, ἐγχέουσιν;
Ἑρμῆς
Οὐκ οἶδα, ὦ πορθμεῦ, τί ταῦτα πρὸς τοὺς ἐν Ἄιδου· πεπιστεύκασι γοῦν τὰς ψυχὰς ἀναπεμπομένας κάτωθεν δειπνεῖν μὲν ὡς οἷόν τε περιπετομένας τὴν κνῖσαν καὶ τὸν καπνόν, πίνειν δὲ ἀπὸ τοῦ βόθρου τὸ μελίκρατον.
Χάρων
Ἐκείνους ἔτι πίνειν ἢ ἐσθίειν, ὧν τὰ κρανία ξηρότατα; καίτοι γελοῖός εἰμι σοὶ λέγων ταῦτα ὁσημέραι κατάγοντι αὐτούς. οἶσθα οὖν εἰ δύναιντ᾽ ἂν ἔτι ἀνελθεῖν ἅπαξ ὑποχθόνιοι γενόμενοι. ἐπεί τοι καὶ παγγέλοια ἄν, ὦ Ἑρμῆ, ἔπασχονες, οὐκ ὀλίγα πράγματα ἔχων, εἰ ἔδει μὴ κατάγειν μόνον αὐτούς, ἀλλὰ καὶ αὖθις ἀνάγειν πιομένους. ὦ μάταιοι, τῆς ἀνοίας, οὐκ εἰδότες, ἡλίκοις ὅροις διακέκριται τὰ νεκρῶν καὶ τὰ ζώντων πράγματα καὶ οἷα τὰ παρ᾽ ἡμῖν ἐστι καὶ ὅτι
κάτθαν᾽ ὁμῶς ὅ τ᾽ ἄτυμβος ἀνὴρ ὅς τ᾽ ἔλλαχε τύμβου,
ἐν δὲ ἰῆι τιμῆι Ἶρος κρείων τ᾽ Ἀγαμέμνων·
Θερσίτηι δ᾽ ἶσος Θέτιδος παῖς ἠϋκόμοιο.
πάντες δ᾽ εἰσὶν ὁμῶς νεκύων ἀμενηνὰ κάρηνα,
γυμνοί τε ξηροί τε κατ᾽ ἀσφοδελὸν λειμῶνα.
(Il. 9,319)
Ἑρμῆς
[23] Ἡράκλειςὡς πολὺν τὸν Ὅμηρον ἐπαντλεῖςἀλλ᾽ ἐπείπερ ἀνέμνησάς μεἐθέλω σοι δεῖξαι τὸν τοῦ Ἀχιλλέως τάφονὁρᾶις τὸν ἐπὶ τῆι θαλάττηιΣίγειον μὲν ἐκεῖνό ἐστι τὸ Τρωϊκόν· ἀντικρὺ δὲ  Αἴας τέθαπται ἐν τῶι Ῥοιτείωι.
Χάρων
Οὐ μεγάλοι Ἑρμῆοἱ τάφοιτὰς πόλεις δὲ τὰς ἐπισήμους δεῖξόν μοι ἤδηἃς κάτω ἀκούομεντὴν Νίνον τὴν Σαρδαναπάλλου καὶ Βαβυλῶνα καὶ Μυκήνας καὶ Κλεωνὰς καὶ τὴν Ἴλιον αὐτήν· πολλοὺς γοῦν μέμνημαι διαπορθμεύσας ἐκεῖθενὡς δέκα ὅλων ἐτῶν μὴ νεωλκῆσαι μηδὲ διαψῦξαι τὸ σκαφίδιον.
Ἑρμῆς
 Νίνος μέν πορθμεῦἀπόλωλεν ἤδη καὶ οὐδὲ ἴχνος ἔτι λοιπὸν αὐτῆςοὐδ᾽ ἂν εἴποις ὅπου ποτὲ ἦν·  Βαβυλὼν δέ σοι ἐκείνη ἐστὶν  εὔπυργος τὸν μέγαν περίβολονοὐ μετὰ πολὺ καὶ αὐτὴ ζητηθησομένη ὥσπερ  Νίνος· Μυκήνας δὲ καὶ Κλεωνὰς αἰσχύνομαι δεῖξαί σοικαὶ μάλιστα τὸ Ἴλιονἀποπνίξεις γὰρ εὖ οἶδ᾽ ὅτι τὸν Ὅμηρον κατελθὼν ἐπὶ τῆι μεγαληγορίαι τῶν ἐπῶνπλὴν ἀλλὰ πάλαι μὲν ἦσαν εὐδαίμονεςνῦν δὲ τεθνᾶσι καὶ αὗται· ἀποθνήσκουσι γάρ πορθμεῦκαὶ πόλεις ὥσπερ ἄνθρωποικαὶ τὸ παραδοξότατονκαὶ ποταμοὶ ὅλοι· Ἰνάχου γοῦν οὐδὲ τάφος ἔτι ἐν Ἄργει καταλείπεται.
Χάρων
Παπαὶ τῶν ἐπαίνωνὍμηρεκαὶ τῶν ὀνομάτωνἼλιος ἱρὴ καὶ εὐρυάγυια καὶ ἐϋκτίμεναι Κλεωναί[24] ἀλλὰ μεταξὺ λόγωντίνες ἐκεῖνοί εἰσιν οἱ πολεμοῦντες  ὑπὲρ τίνος ἀλλήλους φονεύουσιν;
Ἑρμῆς
Ἀργείους ὁρᾶις Χάρωνκαὶ Λακεδαιμονίους καὶ τὸν ἡμιθνῆτα ἐκεῖνον στρατηγὸν Ὀθρυάδαν τὸν ἐπιγράφοντα τὸ τρόπαιον τῶι αὑτοῦ αἵματι.
Χάρων
Ὑπὲρ τίνος δ᾽ αὐτοῖς Ἑρμῆ πόλεμος;
Ἑρμῆς
Ὑπὲρ τοῦ πεδίου αὐτοῦἐν ὧι μάχονται.
Χάρων
 τῆς ἀνοίαςοἵ γε οὐκ ἴσασιν ὅτικἂν ὅλην τὴν Πελοπόννησον ἕκαστος αὐτῶν κτήσωνταιμόγις ἂν ποδιαῖον λάβοιεν τόπον παρὰ τοῦ Αἰακοῦ· τὸ δὲ πεδίον τοῦτο ἄλλοτε ἄλλοι γεωργήσουσι πολλάκις ἐκ βάθρων τὸ τρόπαιον ἀνασπάσαντες τῶι ἀρότρωι.
Ἑρμῆς
Οὕτω μὲν ταῦτα ἔσται· ἡμεῖς δὲ καταβάντες ἤδη καὶ κατὰ χώραν εὐθετήσαντες αὖθις τὰ ὄρη ἀπαλλαττώμεθαἐγὼ μὲν καθ᾽  ἐστάληνσὺ δὲ ἐπὶ τὸ πορθμεῖον· ἥξω δέ σοι καὶ αὐτὸς μετ᾽ ὀλίγον νεκροστολῶν.
Χάρων
Εὖ γε ἐποίησας Ἑρμῆ· εὐεργέτης ἐς ἀεὶ ἀναγεγράψηιὠνάμην γάρ τι διὰ σὲ τῆς ἀποδημίας. - οἷά ἐστι τὰ τῶν κακοδαιμόνων ἀνθρώπων πράγματαΧάρωνος δὲ οὐδεὶς λόγος.



Commenti

Post più popolari